Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.115 Joseph. AJ 20.121 (English) >>Joseph. AJ 20.126

20.119πυθόμενοι δὲ τὰ πραχθέντα τῶν Γαλιλαίων οἱ πρῶτοι πρὸς Κουμανὸν ἀφίκοντο καὶ παρεκάλουν αὐτὸν μετιέναι τῶν ἀνῃρημένων τὸν φόνον. δὲ χρήμασι πεισθεὶς ὑπὸ τῶν Σαμαρέων ὠλιγώρησεν. 20.120ἀγανακτήσαντες δὲ ἐπὶ τούτῳ Γαλιλαῖοι τὸ πλῆθος τῶν Ἰουδαίων ἔπειθον ἐφʼ ὅπλα χωρῆσαι καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι· δουλείαν γὰρ καὶ καθʼ αὑτὴν μὲν πικρὰν ἔλεγον εἶναι, τὴν ἐφʼ ὕβρει δὲ παντάπασιν ἀφόρητον. 20.121τῶν δʼ ἐν τέλει καταπραΰνειν αὐτοὺς πειρωμένων καὶ πείσειν τὸν Κουμανὸν ἐπαγγελλομένων δίκας εἰσπράξασθαι παρὰ τῶν ἀνῃρηκότων, ἐκείνοις μὲν οὐ προσέσχον, ἀναλαβόντες δὲ τὰ ὅπλα καὶ βοηθεῖν Ἐλεάζαρον τὸν τοῦ Δειναίου παρακαλέσαντες, λῃστὴς δʼ οὗτος ἦν ἔτη πολλὰ τὴν διατριβὴν ἐν ὄρει πεποιημένος, κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. 20.122Κουμανὸς δὲ τῆς πράξεως εἰς αὐτὸν ἀφικομένης ἀναλαβὼν τὴν τῶν Σεβαστηνῶν ἴλην καὶ πεζῶν τέσσαρα τάγματα τούς τε Σαμαρεῖς καθοπλίσας ἐξῆλθεν ἐπὶ τοὺς Ἰουδαίους, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν πλείους δὲ ζῶντας ἔλαβεν. 20.123οἱ δὲ πρῶτοι κατὰ τιμὴν καὶ γένος τῶν Ἱεροσολυμιτῶν, ὡς εἶδον εἰς οἷον κακῶν μέγεθος ἥκουσιν, μετενδυσάμενοι σάκκους καὶ σποδοῦ τὰς κεφαλὰς ἀναπλήσαντες παντοῖοι τοὺς ἀφεστῶτας παρακαλοῦντες ἦσαν καὶ πείθοντες πρὸ ὀφθαλμῶν θεμένους κατασκαφησομένην μὲν αὐτῶν τὴν πατρίδα, τὸ δὲ ἱερὸν πυρποληθησόμενον, αὐτῶν δὲ καὶ γυναικῶν σὺν τέκνοις ἀνδραποδισμοὺς ἐσομένους, μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν εἰς τὸ λοιπὸν ἀποχωρήσαντας εἰς τὰ αὑτῶν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.115 Joseph. AJ 20.121 (English) >>Joseph. AJ 20.126

Powered by PhiloLogic